Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.99 Joseph. AJ 15.105 (English) >>Joseph. AJ 15.110

15.102ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως. 15.103τοιαῦτα δεδιττόμενοι καὶ τὸ κινδυνῶδες ἐξ εἰκότος παραδηλοῦντες ἐπέσχον αὐτὸν τῆς ἐπιχειρήσεως. δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπʼ Αἰγύπτου προύπεμψεν. 15.104

Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν. 15.105Ἀρμενίας δὲ ἐβασίλευσεν Ἀρταξίας πρεσβύτατος τῶν ἐκείνου παίδων διαδρὰς ἐν τῷ τότε. καὶ τοῦτον Ἀρχέλαος καὶ Νέρων Καῖσαρ ἐκβαλόντες Τιγράνην τὸν νεώτερον ἀδελφὸν ἐπὶ τὴν βασιλείαν κατήγαγον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ. 15.106

Περὶ δὲ τοὺς φόρους, οὓς ἔδει τελεῖν τῆς ὑπʼ Ἀντωνίου δοθείσης χώρας, μὲν Ἡρώδης δίκαιος ἦν οὐκ ἀσφαλὲς ἡγούμενος διδόναι τῇ Κλεοπάτρᾳ μίσους αἰτίαν. 15.107 δʼ Ἄραψ Ἡρώδου τὴν φορὰν ἐπιδεξαμένου χρόνον μέν τινα παρεῖχεν ἐκείνῳ τὰ διακόσια τάλαντα, μετὰ ταῦτα δὲ κακοήθης ἦν καὶ βραδὺς εἰς τὰς ἀποδόσεις καὶ μόλις εἰ καὶ μέρη τινὰ διαλύσειεν οὐδὲ ταῦτα διδόναι δοκῶν ἀζημίως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.99 Joseph. AJ 15.105 (English) >>Joseph. AJ 15.110

Powered by PhiloLogic